Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.415 Joseph. AJ 13.420 (English) >>Joseph. AJ 13.425

13.418καὶ μετʼ οὐ πολὺ τὸν υἱὸν Ἀριστόβουλον μετὰ στρατιᾶς ἐξέπεμψεν ἐπὶ Δαμασκὸν κατὰ Πτολεμαίου τοῦ Μενναίου λεγομένου, ὃς βαρὺς ἦν τῇ πόλει γείτων. ἀλλʼ οἱ μὲν οὐδὲν ἐργασάμενοι σπουδῆς ἄξιον ὑπέστρεψαν. 13.419

Κατὰ δὲ τοῦτον τὸν καιρὸν ἀγγέλλεται Τιγράνης στρατοῦ μυριάσι τριάκοντα ἐμβεβληκὼς εἰς τὴν Συρίαν καὶ ἐπὶ τῆς Ἰουδαίας ἀφιξόμενος. τοῦτο ὥσπερ εἰκὸς ἐφόβησε τὴν βασίλισσαν καὶ τὸ ἔθνος. δῶρα δὴ καὶ πολλὰ καὶ λόγου ἄξια πέμπουσιν αὐτῷ καὶ πρέσβεις πολιορκοῦντι Πτολεμαΐδα. 13.420βασίλισσα γὰρ Σελήνη καὶ Κλεοπάτρα καλουμένη τῶν ἐν τῇ Συρίᾳ κατέχειν, καὶ ἐνήγαγεν τοὺς ἐνοικοῦντας ἀποκλεῖσαι Τιγράνη νῦν ἐτύγχανεν καὶ ἐδέοντο χρηστὰ περὶ τῆς βασιλίσσης καὶ τοῦ ἔθνους συγγινώσκειν. 13.421 δὲ ἀποδεξάμενος αὐτοὺς τῆς ἐκ διαστήματος θεραπείας ἐλπίδας ὑπέθετο χρηστάς. ἄρτι δὲ τῆς Πτολεμαΐδος ἑαλωκυίας ἀγγέλλεται Τιγράνῃ Λεύκολλον διώκοντα Μιθριδάτην ἐκείνου μὲν διαμαρτεῖν εἰς τοὺς Ἴβηρας ἀναφυγόντος, τὴν δὲ Ἀρμενίαν πορθήσαντα πολιορκεῖν Τιγράνης δὲ καὶ ταῦτʼ ἐπιγνοὺς ἀνεχώρει τὴν ἐπʼ οἴκου. 13.422

Μετὰ δὲ τοῦτο τῆς βασιλίσσης εἰς νόσον χαλεπὴν ἐμπεσούσης δόξαν Ἀριστοβούλῳ τοῖς πράγμασιν ἐπιτίθεσθαι τῆς νυκτὸς ὑπεξελθὼν μεθʼ ἑνὸς τῶν θεραπόντων ᾔει ἐπὶ τὰ φρούρια, ἵνα οἱ πατρῷοι κατετάχθησαν αὐτῷ φίλοι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 13.415 Joseph. AJ 13.420 (English) >>Joseph. AJ 13.425

Powered by PhiloLogic